Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.412 Joseph. AJ 8.417 (English) >>Joseph. AJ 8.420

8.415Ἄχαβος δὲ τὸ μὲν συμβεβηκὸς οὐκ ἔγνω ποιῆσαι τῷ στρατεύματι φανερὸν μὴ τραπείησαν, τὸν δʼ ἡνίοχον ἐκέλευσεν ἐκτρέψαντα τὸ ἅρμα ἐξάγειν τῆς μάχης· χαλεπῶς γὰρ βεβλῆσθαι καὶ καιρίως. ὀδυνώμενος δὲ ἔστη ἐπὶ τοῦ ἅρματος ἄχρι δύνοντος ἡλίου καὶ λιφαιμήσας ἀπέθανε. 8.416

Καὶ τὸ μὲν τῶν Σύρων στράτευμα νυκτὸς ἤδη γενομένης ἀνεχώρησεν εἰς τὴν παρεμβολήν, καὶ δηλώσαντος τοῦ στρατοκήρυκος ὅτι τέθνηκεν Ἄχαβος ἀνέζευξαν εἰς τὰ ἴδια, κομίσαντες δὲ τὸν Ἀχάβου νεκρὸν εἰς Σαμάρειαν ἐκεῖ θάπτουσι. 8.417καὶ τὸ ἅρμα ἀποπλύναντες ἐν τῇ Ἱεζερήλα κρήνῃ καθῃμαγμένον τῷ τοῦ βασιλέως φόνῳ ἀληθῆ τὴν Ἠλία προφητείαν ἐπέγνωσαν· οἱ μὲν γὰρ κύνες ἀνελιχμήσαντο τὸ αἷμα, αἱ δὲ ἑταιριζόμεναι ἐν τῇ κρήνῃ τὸ λοιπὸν λουόμεναι τούτῳ διετέλουν. ἀπέθανε δʼ ἐν Ἀραμάθῃ, Μιχαία τοῦτο προειπόντος. 8.418συμβάντων οὖν Ἀχάβῳ τῶν ὑπὸ τῶν δύο προφητῶν εἰρημένων μέγα τὸ θεῖον ἡγεῖσθαι καὶ σέβειν καὶ τιμᾶν αὐτὸ πανταχοῦ, καὶ τῆς ἀληθείας μὴ τὰ πρὸς ἡδονὴν καὶ βούλησιν πιθανώτερα δοκεῖν, ὑπολαμβάνειν δʼ ὅτι προφητείας καὶ τῆς διὰ τῶν τοιούτων προγνώσεως οὐδέν ἐστι συμφορώτερον παρέχοντος οὕτω τοῦ θεοῦ τί δεῖ φυλάξασθαι, 8.419λογίζεσθαί τε πάλιν ἐκ τῶν περὶ τὸν βασιλέα γεγενημένων στοχαζομένους προσῆκε τὴν τοῦ χρεὼν ἰσχύν, ὅτι μηδὲ προγινωσκόμενον αὐτὸ διαφυγεῖν ἔστιν, ἀλλʼ ὑπέρχεται τὰς ἀνθρωπίνας ψυχὰς ἐλπίσι κολακεῦον χρησταῖς, αἷς εἰς τὸ πόθεν αὐτῶν κρατήσει περιάγει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.412 Joseph. AJ 8.417 (English) >>Joseph. AJ 8.420

Powered by PhiloLogic